Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.50 Joseph. AJ 8.55 (English) >>Joseph. AJ 8.59

8.53

Ἀναγνοὺς δὲ τὴν ἐπιστολὴν Εἵρωμος καὶ τοῖς ἐπεσταλμένοις ἡσθεὶς ἀντιγράφει τῷ Σολόμωνι· “βασιλεὺς Εἵρωμος βασιλεῖ Σολόμωνι. τὸν μὲν θεὸν εὐλογεῖν ἄξιον, ὅτι σοι τὴν πατρῴαν παρέδωκεν ἡγεμονίαν ἀνδρὶ σοφῷ καὶ πᾶσαν ἀρετὴν ἔχοντι, ἐγὼ δὲ τούτοις ἡδόμενος ἅπαντα ὑπουργήσω τὰ ἐπεσταλμένα· 8.54τεμὼν γὰρ ξύλα πολλὰ καὶ μεγάλα κέδρου τε καὶ κυπαρίσσου διὰ τῶν ἐμῶν καταπέμψω ἐπὶ θάλασσαν καὶ κελεύσω τοὺς ἐμοὺς σχεδίαν πηξαμένους εἰς ὃν ἂν βουληθῇς τόπον τῆς σαυτοῦ χώρας πλεύσαντας ἀποθέσθαι· ἔπειθʼ οἱ σοὶ διακομίσουσιν εἰς Ἱεροσόλυμα. ὅπως δὲ καὶ σὺ παράσχῃς ἡμῖν ἀντὶ τούτων σῖτον, οὗ διὰ τὸ νῆσον οἰκεῖν δεόμεθα, φρόντισον.” 8.55

Διαμένει δὲ ἄχρι τῆς τήμερον τὰ τῶν ἐπιστολῶν τούτων ἀντίγραφα οὐκ ἐν τοῖς ἡμετέροις μόνον σωζόμενα βιβλίοις ἀλλὰ καὶ παρὰ Τυρίοις, ὥστε εἴ τις ἐθελήσειε τὸ ἀκριβὲς μαθεῖν, δεηθεὶς τῶν ἐπὶ τοῦ Τυρίων γραμματοφυλακείου δημοσίων εὕροι συμφωνοῦντα τοῖς εἰρημένοις ὑφʼ ἡμῶν τὰ παρʼ ἐκείνοις. 8.56ταῦτα μὲν οὖν διεξῆλθον βουλόμενος γνῶναι τοὺς ἐντευξομένους, ὅτι μηδὲν μᾶλλον ἔξω τῆς ἀληθείας λέγομεν, μηδὲ πιθανοῖς τισι καὶ πρὸς ἀπάτην καὶ τέρψιν ἐπαγωγοῖς τὴν ἱστορίαν διαλαμβάνοντες τὴν μὲν ἐξέτασιν φεύγειν πειρώμεθα, πιστεύεσθαι δʼ εὐθὺς ἀξιοῦμεν, οὐδὲ συγκεχωρημένον ἡμῖν κατεξανισταμένοις τοῦ πρέποντος τῇ πραγματείᾳ ἀθῴοις ὑπάρχειν, ἀλλὰ μηδεμιᾶς ἀποδοχῆς τυγχάνειν παρακαλοῦντες, ἂν μὴ μετὰ ἀποδείξεως καὶ τεκμηρίων ἰσχυρῶν ἐμφανίζειν δυνώμεθα τὴν ἀλήθειαν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.50 Joseph. AJ 8.55 (English) >>Joseph. AJ 8.59

Powered by PhiloLogic